h3

Ἀδελφοί, ὁ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς, παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον, ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν. Ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά. Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε;
Ἀλλ' εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι· ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τοῦτ' ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι' ὕδατος. Ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ρύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν, δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, ὅποιος ἀγαπᾶ τὴν ζωὴν καὶ θέλει νὰ ἰδῇ ἡμέρες καλές, ἂς κρατῇ τὴν γλῶσσάν του ἀπὸ τὸ κακὸν καὶ τὰ χείλη του ἀπὸ τὸ νὰ ὁμιλοῦν δολίως, ἂς ἀποκλίνῃ ἀπὸ τὸ κακὸν καὶ ἂς κάνῃ τὸ καλόν, ἂς ζητήσῃ εἰρήνην καὶ ἂς τὴν ἐπιδιώκῃ, διότι τὰ μάτια τοῦ Κυρίου εἶναι προσηλωμένα εἰς τοὺς δικαίους καὶ τὰ αὐτιά του εἰς τὴν δέησίν των, τὸ πρόσωπον ὅμως τοῦ Κυρίου εἶναι ἐναντίον ἐκείνων ποὺ κάνουν τὸ κακόν. Καὶ ποιός μπορεῖ νὰ σᾶς βλάψῃ, ἐὰν μιμῆσθε τὸ καλόν;
Ἀλλὰ καὶ ἂν ὑποφέρετε ἕνεκα δικαιοσύνης, εἶσθε μακάριοι. Μὴ τοὺς φοβηθῆτε, οὔτε νὰ ταραχθῆτε, ἀλλὰ λατρεύσατε, τὸν Χριστὸν ὡς Κύριον εἰς τὶς καρδιές σας, καὶ νὰ εἶσθε πάντοτε ἔτοιμοι πρὸς ἀπολογίαν εἰς τὸν καθένα, ποὺ θὰ σᾶς ζητήσῃ λόγον διὰ τὴν ἐλπίδα ποὺ ἔχετε μέσα σας, ἀλλὰ νὰ τὸ κάνετε μὲ εὐγένειαν καὶ σεβασμόν, καὶ νὰ ἔχετε συνείδησιν ἀγαθήν, ὥστε, ἐνῷ κατηγορεῖσθε ὅτι εἶσθε κακοί, καταισχυνθοῦν ἐκεῖνοι ποὺ δυσφημοῦν τὴν καλὴ χριστιανικὴν διαγωγήν σας.
Εἶναι καλύτερον νὰ ὑποφέρωμεν, ἐὰν ὁ Θεὸς τὸ θέλῃ, ὅταν κάνωμεν τὸ καλόν, παρὰ ὅταν κάνωμεν τὸ κακόν. Διότι καὶ ὁ Χριστὸς μιὰ γιὰ πάντα ἐπέθανε διὰ τὰς ἁμαρτίας μας, ὁ δίκαιος χάριν τῶν ἀδίκων, διὰ νὰ μᾶς παρουσιάσῃ εἰς τὸν Θεόν· ἐθανατώθηκε μὲν ὡς πρὸς τὸ σῶμα, ἀλλ’ ἐζωοποιήθηκε ὡς πρὸς τὸ πνεῦμα. Ἐν πνεύματι πορευθείς, ἐκήρυξε καὶ εἰς τὰ ἐν φυλακῇ πνεύματα, τὰ ὁποῖα ἄλλοτε εἶχαν ἀπειθήσει, ὅταν ὁ Θεὸς ἐπερίμενε μὲ ὑπομονήν, κατὰ τὰς ἡμέρας τοῦ Νῶε, ἐνῷ κατεσκευάζετο ἡ κιβωτός, εἰς τὴν ὁποίαν ὀλίγοι, δηλαδὴ ὀκτὼ ψυχαί, ἐπέρασαν ἀσφαλεῖς διὰ μέσου τοῦ νεροῦ, τοῦ ὁποίου τὸ ἀντίτυπον, δηλαδὴ τὸ βάπτισμα, σώζει καὶ ἐμᾶς σήμερα, εἶναι δὲ τοῦτο ὄχι ἀποβολὴ τῆς ἀκαθαρσίας τῆς σαρκὸν ἀλλ’ ἀφιέρωσις συνειδήσεως ἀγαθῆς εἰς τὸν Θεόν, διὰ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ Χριστοῦ, ὁ ὁποῖος ἐπῆγε εἰς τὸν οὐρανὸν καὶ εἶναι εἰς τὰ δεξιὰ τοῦ Θεοῦ, μετὰ τὴν ὑποταγὴν εἰς αὐτὸν τῶν ἀγγέλων, τῶν ἐξουσιῶν καὶ τῶν δυνάμεων.

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ